Один небольшой исторический пример психологического феномена под названием “Siege mentality”: ἐπεὶ καὶ παραδείσῳ μὲν ἄντικρυς παρὰ τοῖς καταρατοτάτοις Λατίνοις εἰκάζεται ἣν ἡμεῖς ἐλάχομεν οἰκεῖν καὶ ἀποκαρπεύεσθαι, καὶ δυσέρωτες ὄντες τῶν παρ᾿ ἡμῖν ἀγαθῶν κακογνωμονοῦσιν ἀεὶ περὶ τὸ ἡμέτερον γένος καὶ κακῶν εἰσι τέκτονες διὰ παντός. κἂν φιλεῖν πλάττωνται, τὸν καιρὸν ὑποδυόμενοι, μισοῦσιν ὡς ἔχθιστοι· κἂν ὁ λόγος αὐτοῖς εὐπροσήγορος καὶ ὑπὲρ ἔλαιον ῥέων ἀψοφητὶ ἁπαλύνηται, ἀλλὰ βολίδες εἰσὶ καὶ οὕτως αὐτοὶ καὶ μαχαίρας ἀμφιστόμου τομώτεροι. οὕτω μέσον ἡμῶν καὶ αὐτῶν χάσμα διαφορᾶς ἐστήρικται μέγιστον καὶ ταῖς γνώμαις ἀσυναφεῖς ἐσμεν καὶ κατὰ διάμετρον ἀφεστήκαμεν, εἰ καὶ σώμασι συναπτόμεθα καὶ τὴν αὐτὴν πολλάκις κληρούμεθα οἴκησιν. ὅθεν καὶ αὐτοὶ μὲν ὑψαυχενοῦντες ὡς τὰ πολλὰ καὶ τὸ τοῦ σχήματος ἐξ ὑπερηφανίας ὑποκρινόμενοι ὄρθιον ὡς πτέρναν φιλοῦσι τηρεῖν καὶ περιεργάζεσθαι τὸ λεῖον τοῦ ἤθους ἡμῶν καὶ ὑποκαταβαῖνον χαμαὶ διὰ τὸ τοῦ φρονήματος μέτριον, ἡμεῖς δὲ τὸ ἐκείνων ὑπέροφρυ καὶ